Εὐχὴ λεγομένη παρὰ ἀρχιερέως ἢ πνευματικοῦ πατρὸς ἐπὶ τοὺς μέλλοντας μεταλαβεῖν τῶν ζωοποιῶν τοῦ Χριστοῦ μυστηρίων:-
Τοῦ Κυρίου δεηθῶμεν:-
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν,
υἱὲ καὶ λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ποιμὴν καὶ ἀμνέ, ὁ αἴρων τὴν ἁμαρτίαν
τοῦ κόσμου, ὁ τὸ δάνειον τοῖς δυσὶ χρεοφειλέταις χαρισάμενος καὶ τῇ
ἁμαρτωλῷ γυναικὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν δούς, ὁ τὴν ἴασιν τῷ παραλύτῳ
δωρησάμενος σὺν τῇ ἀφέσει τῶν ἁμαρτιῶν αὐτοῦ, αὐτὸς ἄνες, ἄφες,
συγχώρησον τὰς ἀνομίας, τὰς ἁμαρτίας τὰ πλημμελήματα τὰ ἑκούσια καὶ τὰ
ἀκούσια, τὰ ἐν γνώσει, τὰ ἐν ἀγνοίᾳ, τὰ ἐν παραβάσει τε καὶ παρακοῇ,
γενόμενα παρὰ τοῦ δούλου σου τοῦδε……….
εἴτε ὡς ἄνθρωπος σάρκα φορῶν καὶ
τὸν κόσμον τοῦτον οἰκῶν παρέβη ἢ ἐπλημμέλησεν, εἴτε ἐν λόγῳ, εἴτε ἐν
ἔργῳ, εἴτε κατὰ διάνοιαν, ἐν γνώσει τε καὶ ἀγνοίᾳ, ἐν νυκτὶ καὶ ἡμέρᾳ,
εἴτε ὑπὸ κατάραν ἢ ἀφορισμὸν ἀρχιερέως ἢ ἱερέως ἐγένετο, εἴτε τῷ ἰδίῳ
ἀναθέματι ὑπέπεσεν ἢ ὅρκον ὤμοσεν ἐν ὀνόματι τοῦ Θεοῦ καὶ τοῦτον παρέβη,
ἢ ἐξ ἀλόγου θυμοῦ τινὰ τῶν χριστιανῶν ἀνεθεμάτισεν ἢ κατηράσατο ἢ
ἐμωρολόγησεν ἢ ἐλοιδόρησεν ἢ κατέκρινεν ἢ κατελάλησεν ἢ ἠσχρολόγησεν ἢ
ἐφθόνησεν ἢ ἐφόνευσεν ἢ ἐψεύσατο ἢ ἐμνησικάκησεν ἢ ἐθυμώθη καὶ ὠργίσθη ἢ
ὑπερηφανεύσατο ἢ ἐδολιεύσατο ἢ ἐτόκευσεν ἢ ἠκηδίασεν ἢ ἠδίκησεν ἢ
ἐκενοδόξησεν ἢ εἰς φιλαργυρίαν ὑπέπεσεν ἢ ἐμέθυσε καὶ ἔμεσεν ἢ πρὸς
φαρμακοὺς καὶ μάγους καὶ ἐπαοιδοὺς καὶ κληδονιστὰς καὶ τῶν ὁμοίων
τούτοις προσέδραμε, ἢ ἐγαστριμάργησεν ἢ ἠδηφάγησεν ἢ ὑπὸ ἀπληστείαν
ἐγένετο ἢ ἐπόρνευσεν ἢ ἐμοίχευσεν ἢ ἐμαλακίσθη ἢ ἐπαιδοφθόρησεν ἢ
σοδομητικὰς πράξεις ἐποίησεν ἢ ἀρσενοκοίτησεν ἢ ἐπτηνοβάτησεν ἢ
ἐκτηνοβάτησεν ἢ ἐμάστιξεν ἢ ἐρράβδισεν ἢ ἐρράπισεν ἢ ἐραδιούργησεν ἢ
ἣρπασεν ἢ ἔκλεψεν ἢ ὑπὸ ἀσπλαχνίας καὶ σκνηπίας σφιγγόμενος τοῖς πτωχοῖς
παρεῖδε καὶ οὐκ ἠλέησεν, οὐδὲ εὐηργήτησε κατὰ δύναμιν, ἢ κατὰ διάνοιαν
ἐβλασφήμησεν καὶ ἀκαθάρτοις ἐνθυμήσεις ἐνεθυμήθη ἢ ἀδελφὸν ἔθλιψεν ἤ
ἐσυκοφάντησεν ἢ παρεῖδε ἢ παρεπίκρανεν ἢ ἱσταμένου αὐτοῦ εἰς προσευχὴν
καὶ ψαλμωδίαν ὁ νοῦς αὐτοῦ εἰς τὰ πονηρὰ καὶ βιωτικὰ περιεπόλευσεν, ἢ
φίλαυτος καὶ κοιλιόδουλος ἐγένετο ἢ παρὰ τὸ πρέπον ἐτρύφησεν ἢ
ἐλαθροφάγησεν ἢ εὐτράπελα ἐλάλησεν ἢ ἀφρόνως ἐγέλασεν ἢ κάλλος μάταιον
ἐθεάσατο καὶ ὑπ’αὐτοῦ ἐθέλχθη, ἢ τὰ μὴ δέοντα ἐφλυάρησεν ἢ συνεκυλίσθη
μετὰ ἑτέρου σώματος καὶ ἐκ τῆς ἰδίας σαρκὸς ἐγένετο ῥεῦσις, ἢ τὸ
ἐλάττωμα τοῦ ἀδελφοῦ αὐτοῦ εἶδε καὶ κατέκρινεν καὶ τὰ ἑαυτοῦ ἐλαττώματα
καὶ ἁμαρτήματα παρεῖδε καὶ παρεβλέψατο, ἢ τῆς εὐχῆς αὐτοῦ ἠμέλησε καὶ
τὴν ἐντολὴν τοῦ πνευματικοῦ πατρὸς αὐτοῦ οὐκ ἐφύλαξεν, ἢ ἐρραθύμησεν ἢ
ἐπαρρησιάσατο καὶ ὡς δοκησίσοφος ἐλάλησε καὶ ἐματαιολόγησεν ἢ
ἀργολόγησεν ἢ ἄλλο τι πονηρὸν καὶ μὴ δυνάμενον ἐξαγγελθῆναι ἐποίησεν∙
ἐκ πάντων οὖν τούτων τῶν δυσχερῶν
καὶ πονηρῶν πταισμάτων ἐλευθέρωσον τὸν δοῦλόν σου τόνδε, φιλάνθρωπε
Κύριε, καὶ ἄλλο εἴ τι ἥμαρτεν ὡς ἄνθρωπος κατὰ τὴν εἰς ἄφατον καὶ
ἀνεξίκακον μακροθυμίαν καὶ χρηστότητι, ἐλέησον καὶ συγχώρησον αὐτῷ
πάντα∙
ναὶ, δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν,
ἐπάκουσόν μου δεομένου τῆς σῆς ἀγαθότητος ὑπὲρ τοῦ δούλου σου τοῦδε, καὶ
πάριδε ὡς ἀμνησίκακος Θεὸς τὰ ἐπταισμένα αὐτῷ πάντα, ἀκάθαρτα
ἀνομήματα, ἅπερ ὡς ἄνθρωπος ἔπραξεν ἢ ἐνεθυμήθη, αὐτὸς γὰρ ὁμολογεῖ ὁ
ἄθλιος ἐνώπιον τῆς βασιλείας σου Κύριε, ὅτι ταῦτα πάντα καὶ ἕτερα
πλείονα ἐποίησε καὶ διὰ τοῦ ἐλέους σου, ἐπάκουσόν μου τοῦ ἀναξίου δούλου
σου δεομένου ὑπὲρ αὐτοῦ, καὶ ἀπάλλαξον αὐτὸν τῆς αἰωνίου κολάσεως καὶ
κληρονόμον αὐτὸν ποίησον τῶν αἰωνίων σου ἀγαθῶν, μετὰ πάντων τῶν ἀπ’
αἰῶνος σοι εὐαρεστησάντων· καὶ ἀξίωσον αὐτὸν ἀκατακρίτως μετασχεῖν τῶν
ἁγίων ἀχράντων, ἀθανάτων καὶ φοβερῶν καὶ φρικτῶν σου μυστηρίων.
Σὺ γὰρ εἶπας δέσποτα ὅτι ὅσα ἄν
δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἂν
λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα καὶ ἐν τῷ οὐρανῷ· ὅτι σὺ εἶ μόνος
ἀναμάρτητος καὶ δυνάμενος ἀφιέναι ἁμαρτίας καὶ σοὶ πρέπει δόξα, τιμὴ καὶ
προσκύνησις σὺν τῷ ἀνάρχῳ σου πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ
ζωοποιῷ σου πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Εγγραφή σε:
Σχόλια (Atom)
Δημοφιλείς αναρτήσεις
-
Φίλες και Φίλοι Καλημέρα. Θα μοιραστώ και σήμερα τις σκέψεις μου. Η ζωή που ζούμε, είναι γεγονός ανεπανάληπτο. Κρατώ την σ...
-
Θέλω να κάνω προσευχή και κάθε ταπεινή ευχή, στον Ουράνιο Πατέρα μας να φθάσει. Όρθιος πρέπει να σταθώ; Η μήπως για να με ακούσει, σ...
-
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7 Ιω. 7 ,1 Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτου...
-
Λόγος του Θεού Πατρός, ο Κύριος μας Ο Ιησούς Χρίστος, διδάσκει την Αγάπη, μας παρακαλεί για Ειρηνική ζωή και για συνοδικές αποφάσεις...
-
Τα ωραία συνοδεύονται με πόνο, αλλά κι ο πόνος βγάζει στη χαρά. Το τριαντάφυλλο βγάζει αγκάθι και το αγκάθι τριαντάφυλλο. Συνήθως το ουράνιο...
-
«Αυτός, πατέρα, είναι ο καλόγερος, που με εσκέπασε, και δεν σκοτώθηκα». Ὁ μακαριστός παπα–Τύχων ὁ Ρῶσσος ἔλεγε : «Μιά ὥρα ἐργασία, μιά ὥρα π...
-
Η εμπιστοσύνη στον Θεό είναι μια συνεχής μυστική προσευχή που φέρνει αθόρυβα τις δυνάμεις του Θεού εκεί που χρειάζονται και την ώρα που χρει...